skip to main |
skip to sidebar
Transcription of Manuscript W
Transcription of Manuscript WThis is a transcription of manuscript W. It is only complete up to section 5. Highlighting indicates areas where the text differs from the edited text.
Τὰ θέατρα καὶ διδασκαλεῖα τῶν Ἀθηνῶν W 29v
(1) Πρῶτη ἡ ἀκαδημία εἰς χωρίον τῶν βασιλικῶν· δεύτερον ἡ Ἐλαιατικὴ εἰς τοὺς ἀμπελοκήπους· τρίτον τοῦ Πλάτωνος διδασκαλεῖον εἰς τὸ παραδείσιον· τέταρτον τὸ τοῦ Πολυζήλου ἐν ὄρει τῷ Ἠμιτίῳ· πέμπτον τὸ τοῦ Διοδώρου πλησίον τούτου· (2) ἐντὸς δὲ τῆς πολέως ἐστὶν τὸ διδασκαλεῖον τοῦ Σωκράτους, ἐν ᾧ εἰσὶ κύκλῳ οἱ ἄνδρες καὶ οἱ ἄνεμοι ἱστορισμένοι· κατὰ δύσιν δὲ τούτου ἵσταντο τὰ παλάτια τοῦ Θεμιστοκλέους· (W 30r) καὶ πλησίον τούτων οἱ λαμπροὶ οἶκοι τοῦ πολεμάρχου· ἵσταντο δὲ καὶ τὰ ἀγάλματα τοῦ Διὸς ἔγγυς τούτων· ἄντικρυς δὲ τούτων ἐστὶ βωμὸς εἰς ὅν ταφῆς ἠξιοῦντο οἱ παγκρατιστοὶ καὶ οἱ Ὀλύμπιοι, ἐν ᾧ φοιτῶντες οἱ ῥήτορες τοὺς ἐπιταφίους λόγους ἀνεγίγνωσκον. (3) κατὰ ἄρκτον δὲ τούτου ὑπῆρχεν ἡ πρώτη ἀγορὰ τῆς πόλεως· εἰς ἥν ὁ ἀπόστολος Φίλιππος τὸν γραμματέα ἐβύθησεν, ἔνθα ὑπῆρχον καὶ οἱ λάμπροὶ οἶκοι φυλῆς τῆς Πανδιονίδος· κατὰ δὲ τὸ νότιον μέρος ὑπῆρχεν διδασκαλεῖον τοῦ κυνικῶν φιλοσόφων, καὶ πλησίον τούτου τῶν τραγικῶν· ἐκτὸς δὲ τῆς ἀκροπόλεως ὀλίγον πρὸς δύσιν κατῴκουν οἱ θαλαμ……. καὶ πλησίον τούτου ὑπῆρχεν διδασκαλεῖον τοῦ Σοφοκλέους· καὶ πρὸς νώτον τούτου ὑπῆρχε ἵστατο ὁ Ἄρειος πάγος, ἔνθα ὁ τοῦ Ποσειδῶνος υἵος Λυρόθιος ὑπὸ Ἄρεως ἐθανατώθη· (4) κατὰ ἀνατολὰς δὲ τούτου ὑπῆρχεν τὰ παλάτια Κλεονίδους καὶ Μελιτιάδος· Καὶ πλησίον τούτου ἀκμὴν ἵστατο διδασκαλεῖον λεγόμενον τοῦ Ἀριστοτέλους· ὕπερθεν δὲ (W 30v) τούτου ἵσταντο δύο κίονες· καὶ εἰς μὲν τὸ ἀνατολικὸν ὑπῆρχεν τὸ τῆς Ἀθήνας ἄγαλμα, εἰς δὲ τὸ δυσικὸν τοῦ Ποσειδῶνος· μέσον δὲ τούτου λέγουσιν εἶναι ποτὲ γοργόνης κεφαλὴν ἔνδον κουβουκλείου σιδηροῦ· ἔστι δὲ καὶ ὡρολόγιον τῆς ἡμέρας μαρμαριτικόν· (5) ἄντικρυς δὲ τούτων πρὸς μεσημβρίαν ὑπῆρχεν διδασκαλεῖον λέγομενον τοῦ Ἀριστοφάνους· καὶ ἀνατολικὰ ἀκμὴν ἵστατο ὁ λύχνος τοῦ Δημοσθένους· πλησίον τούτου ἦν τότε καὶ τοῦ Θουκυδίδους οἴκημα καὶ Σώλονος· ἀγορά τε δευτέρα καὶ ὁ οἶκος τοῦ Ἀλκμαίονος καὶ βαλανείον μέγιστον· καὶ πρὸς νῶτον τούτων ἡ μεγάλη ἀγορὰ τῆς πολέως καὶ τεμένη πλεῖστα καὶ ἀξιάγαστα· ἕως τῆς πύλης τῆς νοτίδος ἧς πρὸς τῆς φλιὰς ἱστόρηνται ἐννεακαίδεκα ἄνδρες τὸν ἕνα διώκοντες· Ἑκεῖ ὑπῆρχε καὶ τὸ βασιλικὸν λουτρὸν ἐν’ ᾧ τὸν μέγαν Βασίλειον διὰ πατάγων φοβῆσαι ἠθέλησαν· καὶ ὁ τοῦ Μνηστάρχου οἶκος· (6) ἀνατολικὰ δὲ τούτου ἵσταται καμάρα μεγίστη καὶ ὡραῖα· ἐστὶν γεγραμμένα τὰ ὀνόματα Ἀδριάνου καὶ ΘυσέωςΘησέως · εὐρίσκεται δὲ ἔνδον ταύτης αὐλῆ μεγίστη ((W 31r) ἐτύγχανεν εἰς ἥν οἶκος βασιλικὸς ὑπῆρχε, πλείστοις δὲ κίωσιν ὑποκάτωθεν στηρίζομενος· ὅστις ὑπὸ δύο καὶ δέκα βασιλέων ἐλεπτουργήθη τῶν τὴν ἄκραν οἰκοδομησάντων· πρὸς δὲ νότον τούτου ἐστὶν οἶκος μικρὸς πλὴν ὡραῖος εἰς ὅν κατερχόμενος ὁ δοῦξ κατὰ καιρὸν εἰς εὐωχίαν ἐκινεῖτο· ἐκεῖ ἐστὶ καὶ ἡ Ἐννεάκρουνος πηγὴ ἡ Καλλιῤῥόη εἰς ἥν λουόμενος ἀνήρχετο εἰς τέμενος τὸ τῆς Ἧρας γενόμενος καὶ προσηύχετο· νῦν δὲ μετεποιήθη είς ναὸν τῆς ὑπεραγίας Θεοτόκου ὑπὸ τῶν εὐσεβῶν· ἀνατολικὰ δὲ τούτου ἐστὶν τὸ τῶν Ἀθηνῶν θέατρον κύκλῳ περιεχόμενον ὡσεὶ μηλίου διάστημα δύο εἰσόδους κεκτημένον· ἡ βορεινὴ εἴσοδος πλουτεῖ ἕτερον δέντι τιμαχαίτατον ἡ νοτινὴ ἐπικέκτηται· ἑκατὸν δὲ ζώναις κυκλωερῶς ἐκοσμεῖτο τὸ θέατρον ἐκ μαρμάρου πεποιημένας λεύκου ἐν αἷς ὁ λαὸς καθεζόμενος ἐθεώρει τῶν ἀγωνιζομένων τὴν πάλην· ἐκ τούτου οὖν εἰσερχόμενοι τὴν ἀνατολικὴν πύλην εὐρίσκομεν ἄλλην ἀγορὰν καὶ ἀγωγοὺς ὑδάτων δύο οὕσπερ Ἰουλιος Καίσαρ Ἀθηναίος (W 31v) χαριζόμενος κατεσκεύασεν· καὶ ὕδωρ μήκοθεν τούτοις ἐκόμισεν· ἔστι δὲ καὶ ἕτερος ἀγωγὸς κατὰ τὴν βόριον πύλην φερόμενος, ὅν ὁ Θυσεὺς ἐλεπτούργησεν καὶ ταῦτα μετὰ τὴν τῆς πολέως τῶν Ἀθηνῶν τυραννίδαν ὡς φησιν Ἅβαρις καὶ Ἠρώδοτος, ὑπὸ δύο καὶ δέκα βασιλέων ἐλεπτουργήθη· Κέκρωψ δὲ ὁ διφυὴς μέγαλως ἐφαίδρυνεν ἐν ποικίλῃ δόξῃ ταύτην ὡραίσας· τὰ μὲν τείχη πρὸς ὕψος ἐγεῖρας, τὸ δὲ ἔδαφος διαφόροις μαρμάροις καταστρώσας· καὶ τὰ τεμένη ἔνδοθεν καὶ ἔξωθεν καταχρυσώσας, διὰ τοῦτο χρύσας Ἀθήνας ταύτην ἐπονόμασαν· εἰς γοῦν τὴν ἀκρόπολιν ἡμῶν εἰσερχομένων εὐρίσκομεν ἕνα μικρὸν διδασκαλεῖον ὅπερ ὑπῆρχεν τὸ τῶν Μουσικῶν ὅπερ Πυθαγόρας ὁ Σάμιος συνεστήσατο· κατέναντι δὲ τοῦτου ἔστιν παλάτιον μέγιστον καὶ ὑποκάτωθεν τούτου κίονας φέρειν πλείονας· λευκῶν δὲ μαρμάρων πλουτεῖ σὺν τῇ ὀροφῇ καὶ τὰ τείχη· πρὸς δὲ τὸ βόρειον μέρος ὑπῆρχεν πᾶσα ἡ καγκελαρία ἐκ μαρμάρου (W 32r) καὶ κιόνων πεποιημένην λευκῶν· νοτινὰ δὲ ταύτης ὑπῆρχεν ἡ στοᾶ ἐν ποικίλῃ ὡραιοτήτι περιχρυσομένη γύρωθεν καὶ ἔξωθεν λίθοις τιμίοις κεκοσμένη· διὰ ταύτην καὶ στοικοὶ φιλοσόφοι ἐλέγοντο οἱ ἐν ταύτῃ μαθητευθέντες· ἄντικρυς δὲ ταύτης τὸ τῶν ἐπικουρίων ἤκμαζε διδασκαλεῖον· περὶ δὲ τοῦ ναοῦ τῆς θεομήτορος ὅν ᾠκοδομησαν Ἀπολλὼς καὶ Εὐλόγιος ἐπ’ ὀνόματι ἀγνώστῳ θεῷ ἔχει οὕτως· ἔστιν ὁ ναὸς δρομικώτατος καὶ εὐρυχωρος εἰς μήκος πολὺ ἐπεκτεινόμενος καὶ τὰ τείχη τούτου ἐκ μαρμάρου πεποιημένα λευκοῦ· τετράγωνος δὴ τούτου ἡ θέσις καθέστηκεν πηλοῦ καὶ ἀσβέστου χωρὶς, διὰ σιδηροῦ δὲ καὶ μολύβδου πᾶς τοῖχος εἰς ὕψος ἀνάγεται· ἐκτὸς δὲ τοῦ τoίχου πλουτεῖ κίωνας παμμεγέθεις κυκλικῶς τὸν ναὸν περιέχοντας· μεταξὺ δὲ τῶν δύο κιόνων περιέχει παγίωσιν· πρὸς δὲ τὴν ὡραίαν πύλην καὶ τὸ ἅγιον βῆμα, ἅπερ εἰσὶ κατὰ λίβαν καὶ θρασκιὰν διπλὴν τῶν κιόνων ἐπικέκτηνται στάσιν· μέχρι δὲ πολλοῦ προϊοῦσα (W 32v) εἰς ὕψος· κεφαλαὶ δὲ τῶν κιόνων κεκολυμέναι διὰ γλυφῆς σιδήρου εἰς σχῆμα φοίνικος μεταποιημέναι καὶ τούτου ὕπερθεν δοκοῖ ἐκ μαρμάρου πεποιημένοι λευκοῦ τοῖς κίωσιν καὶ τῷ τοίχῳ προσκολλώμενοι πλάκας κεκολαυμένας ὑπεράνωθεν ἔχοντες καὶ εἰς ὀροφῆς ὁμοιῶμα τι· ἡ τούτων ἐπιφάνεται κίρτωσις· στηρίζεται δὲ ὑπὸ τῶν κιόνων καὶ τοίχος ὡραιότατος.
No comments:
Post a Comment